호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ ὁ μὲν οὕτω παραβόλως διεσώζετο, Ἀννίβας δὲ τῆς χρείας ψευσθεὶς ἐφ ἣν ἐς Λευκανοὺς μετεκέκλητο, ἀνέστρεφεν ἐς Καπύην, μέγα ποιούμενος μὴ περιιδεῖν πόλιν μεγάλην καὶ εὔκαιρον ὑπὸ Ῥωμαίοις γενομένην.? προσβαλὼν δὲ τῷ περιτειχίσματι καὶ μηδὲν δυνηθείς, μηδ ἐπινοῶν ὅπως ἂν ἐς τὴν πόλιν ἐσπέμψειεν ἢ σῖτον ἢ στρατιάν, οὐδενὸς οὐδ ἀπ ἐκείνων αὐτῷ συμβαλεῖν δυναμένου διὰ τὴν ἐπιτείχισιν πάντῃ περιλαμβάνουσαν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο παντὶ τῷ στρατῷ, πυνθανόμενος μὲν κἀκείνους ὑπὸ λιμοῦ πιέζεσθαι, ἐλπίζων δὲ τοὺς στρατηγοὺς αὐτῶν ἀπὸ Καπύης ἀναστήσειν, ἢ αὐτός τι Καπύης μεῖζον ἐργάσεσθαι. συντόνῳ δὲ σπουδῇ διελθὼν ἔθνη πολλὰ καὶ πολέμια, τῶν μὲν οὐ δυνηθέντων αὐτὸν ἐπισχεῖν, τῶν δὲ οὐδὲ ἐς πεῖραν ἐλθεῖν ὑποστάντων, ἀπὸ δύο καὶ τριάκοντα σραδίων τῆς Ῥώμης ἐστρατοπέδευσεν ἐπὶ τοῦ Ἀνιῆνος ποταμοῦ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기