- 텍스트

Appian, The Foreign Wars, chapter 5 1:

(아피아노스, The Foreign Wars, chapter 5 1:)

Ἡ δὲ πόλις, ἀπαγγελθεισης τῆς συμφορᾶς, οἱ μὲν ἐν ταῖς ὁδοῖς ἐθρήνουν τε τοὺς οἰκείους ἀνακαλοῦντες, καὶ σφᾶς ὡς αὐτικα ἁλωσομένους ὠλοφύροντο, αἱ δὲ γυναῖκες ἱκέτευον ἐν τοῖς ἱεροῖς μετὰ τῶν τέκνων λῆξαί ποτε τὰς συμφορὰς τῇ πόλει, οἱ δ ἄρχοντες θυσίαις τε καὶ εὐχαῖς ἱλάσκοντο τοὺς θεούς, εἴ τι μήνιμα ἐνοχλεῖ, κορεσθῆναι τοῖς γεγονόσιν.? ἡ δὲ βουλὴ Κόιντον μὲν Φάβιον, τὸν συγγραφέα τῶνδε τῶν ἔργων, ἐς Δελφοὺς ἔπεμπε χρησόμενον περὶ τῶν παρόντων, δούλους δὲ ἐς ὀκτακισχιλίους τῶν δεσποτῶν ἐπιδόντων ἠλευθέρου, ὅπλα τε καὶ τόξα τοὺς ἐν ἄστει πάντας ἐργάζεσθαι παρεσκεύαζε, καὶ συμμάχους, καὶ ὥς, τινὰς συνέλεγεν. Κλαύδιόν τε Μάρκελλον μέλλοντα πλεῖν ἐς Σικελίαν, ἐς τὸν Ἀννίβου πόλεμον μετέφερεν. ὁ δὲ τὸν μὲν στόλον ἐμερίσατο τῷ συνάρχῳ Φουρίῳ, καὶ τὸ μέρος ἔπεμψεν ἐς τὴν Σικελίαν, αὐτὸς δὲ τοὺς δούλους ἄγων καὶ ὅσους ἄλλους ἐδύνατο τῶν πολιτῶν ἢ συμμάχων, γενομένους ἅπαντας ἐς μυρίους πεζοὺς καὶ δισχιλίους ἱππέας, ἐς τὸ Τεανὸν παρῆλθε, καὶ ὅ τι πράξειν ὁ Ἀννίβας μέλλοι παρεφύλασσεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION