- 텍스트

Appian, The Foreign Wars, chapter 4 3:

(아피아노스, The Foreign Wars, chapter 4 3:)

Γενομένων δὲ πάντων εὐτρεπῶν ἑκατέροις, οἱ στρατηγοὶ διέθεον παρακαλοῦντες αὐτούς, καὶ ὑπεμίμνησκον οἱ μὲν γονέων τε καὶ παίδων καὶ γυναικῶν καὶ τῆς προγεγενημένης ἥττης, ὡς ἐν τῇδε τῇ μάχῃ περὶ σωτηρίας κριθησομένους, ὁ δ Ἀννίβας τῶν τε προγεγονότων ἐπὶ τοῖσδε τοῖς ἀνδράσι κατορθωμάτων, καὶ ὡς αἰσχρὸν ἡττᾶσθαι τῶν ἡττημένων.? ἐπεὶ δ αἵ τε σάλπιγγες ἤχησαν καὶ αἱ φαλάγγες ἐβόησαν, πρῶτον μὲν αὐτῶν οἱ τοξόται καὶ σφενδονῆται καὶ λιθοβόλοι προδραμόντες ἐς τὸ μέσον ἀλλήλων κατῆρχον, μετὰ δὲ τούτους αἱ φάλαγγες ἐχώρουν ἐπὶ τὸ ἔργον, φόνος τε καὶ πόνος ἦν πολὺς ἐκθύμως ἀγωνιζομένων ἑκατέρων. ἐν ᾧ σημαίνει μὲν ὁ Ἀννίβας τοῖς ἱππεῦσι κυκλοῦσθαι τὰ κέρατα τῶν ἐχθρῶν, οἱ δὲ τῶν Ῥωμαίων ἱππεῖς ὀλιγώτεροι τῶν πολεμίων ὄντες ἀντιπαρῆγον αὐτοῖς, καὶ τὴν τάξιν ἐκτείναντες ἐπὶ λεπτὸν ἠγωνίζοντο ὅμως ὑπὸ προθυμίας, καὶ μάλισθ οἱ τὸ λαιὸν ἔχοντες ἐπὶ τῇ θαλάσσῃ. Ἀννίβας δὲ καὶ Μαάρβαλ ὁμοῦ τοὺς περὶ σφᾶς ἐπῆγον κραυγῇ ἀπλέτῳ καὶ βαρβαρικῇ, νομίσαντες ἐκπλήξειν τοὺς ἐναντίους. οἱ δὲ καὶ τούτους εὐσταθῶς καὶ ἀκαταπλήκτως ὑπέμενον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION