- 텍스트

Appian, The Foreign Wars, chapter 4 1:

(아피아노스, The Foreign Wars, chapter 4 1:)

Αννίβου δ, ἐπεὶ τῆς πείρας ἐξέπιπτεν, αὐτίκα ἐς τὸ στρατόπεδον ἐπανελθόντος καὶ τὴν ὑπόκρισιν ἐκφήναντος, οὐδὲ τοῦτ ἐδίδασκε τὸν Τερέντιον πάνθ ὑπονοεῖν τὰ Ἀννίβου, ἀλλ ὡς εἶχεν, ἐν τοῖς ὅπλοις ἐς τὸ στρατήγιον ἐσδραμών, παρόντων ἔτι τῶν τε ἀπὸ βουλῆς καὶ ταξιάρχων καὶ χιλιάρχων, ᾐτιᾶτο περὶ τῶν οἰωνῶν τὸν Αἰμίλιον προφασίσασθαι καὶ νίκην φανερὰν ἀφελέσθαι τὴν πόλιν, ὀκνοῦντα ὑπὸ δειλίας, ἢ οἱ φθονοῦντα διὰ ζηλοτυπίαν.? οὕτω δ αὐτοῦ βοῶντος ὑπ ὀργῆς ἡ στρατιὰ περιεστῶσα τὴν σκηνὴν ἐπήκουε, καὶ τὸν Αἰμίλιον ἐβλασφήμουν. ὁ δὲ πολλὰ μὲν εἶπε τοῖς ἔνδον συμφέροντα μάτην, Τερεντίῳ δέ, πλὴν Σερουιλίου, τῶν ἄλλων συντιθεμένων εἶξεν. καὶ τῆς ἐπιούσης ἐξέτασσεν αὐτὸς ἡγούμενος: παρεχώρει γὰρ ὁ Τερέντιος. Ἀννίβας δ ᾔσθετο, καὶ τότε μὲν οὐκ ἐπεξῆλθεν οὑ᾿ γάρ πω πρὸς μάχην διετέτακτὀ, τῇ δ ἐπιούσῃ κατέβαινον ἐς τὸ πεδίον ἑκάτεροι, Ῥωμαῖοι μὲν ἐς τρία τεταγμένοι, μικρὸν ἀπ ἀλλήλων διεστῶτες, καὶ μέρος ἕκαστον αὐτῶν εἶχε τοὺς πεζοὺς ἐν μέσῳ, τοὺς δὲ ψιλοὺς καὶ ἱππέας ἑκατέρωθεν. στρατηγοὶ δ ἐφειστήκεσαν τῷ μέσῳ μὲν Αἰμίλιος, τῷ δὲ λαιῷ Σερουίλιος, Τερέντιος δὲ τοῖς ἐπὶ δεξιά, χιλίους ἀμφ αὑτὸν ἕκαστος ἔχων ἱππέας ἐπειλεγμένους, ἐπικουρεῖν ὅπῃ τι πονοίη. οὕτω μὲν ἐτάξαντο Ῥωμαῖοι:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION