호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ῥωμαῖοι δὲ οἱ ἑκατέρωθεν, ὁρῶντεσ ἐν μὲν τῷ Ἀννίβου στρατοπέδῳ σιγὴν καὶ σκότον, ἐν δὲ τοῖσ ὄρεσι πῦρ πολὺ καὶ ποικίλον, οὐκ ἔχοντεσ ὡσ ἐν νυκτὶ τὸ γιγνόμενον ἀκριβῶσ ἐπινοῆσαι, ὁ μὲν Φάβιοσ εἴκαζεν εἶναί τι στρατήγημα τοῦτο Ἀννίβου, καὶ συνεῖναι μὴ δυνάμενοσ ἀτρέμα συνεῖχε τὴν στρατιάν, τὴν νύκτα ὑφορώμενοσ· οἱ δ’ ἐν τοῖσ στενοῖσ ὑπέλαβον, ἅπερ ἤθελεν ὁ Ἀννίβασ, φεύγειν αὐτὸν ὡσ ἐν ἀπόροισ, ἄνω διὰ τῶν κρημνῶν βιαζόμενον, καὶ μετεπήδων ἐπὶ τὴν φαντασίαν τοῦ πυρὸσ καταθέοντεσ ὡσ ἐκεῖ ληψόμενοι τὸν Ἀννίβαν κακοπαθοῦντα. ὁ δὲ ὡσ εἶδε καταβάντασ αὐτοὺσ ἐκ τῶν στενῶν, διέδραμεν ἐσ αὐτὰ τοῖσ ταχυτάτοισ ἄνευ φωτὸσ μετὰ σιωπῆσ, ἵνα διαλάθοι, καταλαβὼν δὲ αὐτὰ καὶ κρατυνάμενοσ ἐσήμηνε τῇ σάλπιγγι· καὶ τὸ στρατόπεδον ἀντεβόησεν αὐτῷ, καὶ πῦρ αἰφνίδιον ἐξέφηναν. Ῥωμαῖοι μὲν δὴ τότε ᾔσθοντο τῆσ ἀπάτησ, ὁ δὲ στρατὸσ ὁ ἄλλοσ Ἀννίβου καὶ οἱ τὰσ βοῦσ ἐλαύνοντεσ ἐπὶ τὰ στενὰ ἀδεῶσ διέδραμον. καὶ αὐτοὺσ συναγαγὼν ἀπῇρεν ἐσ τὸ πρόσω. οὕτω μὲν ἐξ ἀέλπτου τότε ὁ Ἀννίβασ αὐτόσ τε περιῆν καὶ τὸν στρατὸν περιέσωζε, καὶ ἐσ Γερωνίαν τῆσ Ιἀπυγίασ ἐπειχθείσ, ἣ σίτου πλήρησ ἦν, ἐξεῖλεν αὐτήν, καὶ ἐν ἀφθόνοισ ἀδεῶσ ἐχείμαζεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기