- 텍스트

Appian, The Foreign Wars, chapter 3 1:

(아피아노스, The Foreign Wars, chapter 3 1:)

Ἀννίβας δέ, θεοῦ παράγοντος αὐτόν, ἐπὶ τὸν Ιὄνιον αὖθις ἐτράπη, καὶ τὴν παράλιον ὁδεύων ἐπόρθει, λείαν τε περιήλαυνε πολλήν.? Σερουίλιος δ ὕπατος ἀντιπαριὼν αὐτῷ κατῇρεν ἐς Ἀρίμινον, ἀπέχων Ἀννίβου μίαν ἡμέραν: ἔνθα τὴν στρατιὰν συνεῖχε καὶ τοὺς ἔτι φίλους Κελτῶν ἀπεθάρρυνεν, ἑώς ἀφικόμενος Φάβιος Μάξιμος ὁ δικτάτωρ Σερουίλιον μὲν ἐς Ῥώμην ἔπεμπεν ὡς οὔτε ὕπατον οὔτε στρατηγὸν ἔτι ὄντα δικτάτορος ᾑρημένου, αὐτὸς δὲ τῷ Ἀννίβᾳ παρακολουθῶν ἐς μὲν χεῖρας οὐκ ᾔει, πολλάκις ἐκείνου προκαλουμένου, πολιορκεῖν δ οὐδένα εἰά, παραφυλάσσων καὶ ἐπικείμενος. ὁ δέ, τῆς χώρας ἐξαναλωμένης, τροφῶν ἠπόρει, καὶ αὐτὴν αὖθις περιιὼν ἑκάστης ἡμέρας ἐξέτασσε, προκαλούμενος ἐς μάχην. Φάβιος δ οὐ συνεπλέκετο, καταγιγνώσκοντος αὐτοῦ Μινουκίου Ῥούφου, ὃς ἵππαρχος μὲν ἦν αὐτῷ, ἔγραφε δ ἐς Ῥώμην τοῖς φίλοις ὡς ὀκνοίη Φάβιος ὑπὸ δειλίας. διαδραμόντος δ ἐς Ῥώμην ἐπὶ θυσίας τινὰς τοῦ Φαβίου, ὁ Μινούκιος ἡγούμενος τοῦ στρατοῦ συνεπλέκη τινὰ μάχην τῷ Ἀννίβᾳ, καὶ δόξας πλέον ἔχειν θρασύτερον ἐς Ῥώμην ἐπέστελλε τῇ βουλῇ, τὸν Φάβιον αἰτιώμενος οὐκ ἐθέλοντα νικῆσαι. καὶ ἡ βουλή, ἐπανεληλυθότος ἐς τὸ στρατόπεδον ἤδη τοῦ Φαβίου, ἴσον ἰσχύειν αὐτῷ τὸν ἵππαρχον ἀπέφηνεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION