호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀννίβασ δὲ ἐπειδὴ τήν τε λίμνην εἶδε τὴν Πλειστίνην καὶ τὸ ὄροσ τὸ ὑπὲρ αὐτήν, καὶ τὸν Κεντήνιον ἐν μέσῳ κρατοῦντα τῆσ διόδου, τοὺσ ἡγεμόνασ τῶν ὁδῶν ἐξήταζεν εἴ τισ εἰή περίοδοσ. οὐδεμίαν δὲ φαμένων εἶναι τρίβον, ἀλλ’ ἀπόκρημνα πάντα καὶ φαραγγώδη, δι’ αὐτῶν ὅμωσ ἔπεμπε τοὺσ ψιλοὺσ νύκτωρ τὸ ὄροσ περιιέναι, καὶ Μαάρβαλ μετ’ αὐτῶν. τεκμηράμενοσ δ’ ὅτε δύναιντο περιελθεῖν, προσέβαλε τῷ Κεντηνίῳ κατὰ μέτωπον. καὶ συνεστώτων ἑκατέρων, πάνυ προθύμωσ ὁ Μαάρβαλ ἐκ κορυφῆσ ἄνωθεν ὤφθη τε καὶ ἠλάλαξεν. Ῥωμαίων δ’ εὐθὺσ ἦν φυγὴ καὶ φόνοσ κεκυκλωμένων, καὶ τρισχίλιοι μὲν ἔπεσον ὀκτακόσιοι δ’ ἐλήφθησαν· οἱ δὲ λοιποὶ μόλισ διέφυγον. πυθόμενοι δὲ οἱ ἐν ἄστει, καὶ δείσαντεσ μὴ εὐθὺσ ἐπὶ τὴν πόλιν ὁ Ἀννίβασ ἔλθοι, τό τε τεῖχοσ ἐπλήρουν λίθων καὶ τοὺσ γέροντασ ὥπλιζον, ὅπλων μὲν ἀποροῦντεσ, τὰ δὲ λάφυρα ἐκ τῶν ἱερῶν καταφέροντεσ, ἃ ἐκ πολέμων ἄλλων κόσμοσ αὐτοῖσ περιέκειτο· δικτάτορά τε, ὡσ ἐν κινδύνῳ, Φάβιον εἵλοντο Μάξιμον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기