- 텍스트

Appian, The Foreign Wars, chapter 16 3:

(아피아노스, The Foreign Wars, chapter 16 3:)

Τοσάδε μὲν ηὑρ῀ον ἄξια λόγου Ῥωμαίοις ἐς τότε πρὸς Ἴβηρας αὐτοὺς γενόμενα:? χρόνῳ δ ὕστερον στασιαζόντων ἐν Ῥώμῃ Σύλλα τε καὶ Κίννα, καὶ ἐς ἐμφυλίους πολέμους καὶ στρατόπεδα κατὰ τῆς πατρίδος διῃρημένων, Κόιντος Σερτώριος, ἐκ τῆς Κίννα στάσεως αἱρεθεὶς τῆς Ἰβηρίας ἄρχειν, Ἰβηρίαν τε αὐτὴν ἐπανέστησε Ῥωμαίοις, καὶ πολὺν στρατὸν ἀγείρας, καὶ βουλὴν τῶν ἰδίων φίλων ἐς μίμημα τῆς συγκλήτου καταλέξας, ἤλαυνεν ἐς Ῥώμην ἐπὶ τόλμης καὶ φρονήματος λαμπροῦ, καὶ τἄλλα ὢν ἐς θρασύτητα περιώνυμος, ὥστε τὴν βουλὴν δείσασαν ἑλέσθαι τοὺς παρὰ σφίσιν ἐπὶ μεγίστης τότε δόξης στρατηγούς, Καικίλιόν τε Μέτελλον μετὰ πολλοῦ στρατοῦ καὶ Γναῖον Πομπήιον ἐπ ἐκείνῳ μεθ ἑτέρου στρατοῦ, ἵνα τὸν πόλεμον, ὅπῃ δύναιντο, ἐξωθοῖεν ἐκ τῆς Ἰταλίας ἐν διχοστασίᾳ τότε μάλιστα οὔσης. ἀλλὰ Σερτώριον μὲν τῶν στασιωτῶν τις αὐτοῦ Περπέρνας ἀνελὼν ἑαυτὸν ἐπὶ Σερτωρίῳ στρατηγὸν ἀπέφηνε τῆς ἀποστάσεως, Περπέρναν δ ἔκτεινε μάχῃ Πομπήιος, καὶ ὁ πόλεμος ὅδε, θορυβήσας δὴ τῷ φόβῳ μάλιστα Ῥωμαίους, διελύθη. τὸ δὲ ἀκριβὲς αὐτοῦ δηλώσει τὰ περὶ Σύλλαν ἐμφύλια.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION