호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ῥωμαῖοι δέ, ὡς ἔθος, ἐς τὰ προσειλημμένα τῆς Ἰβηρίας ἔπεμψαν ἀπὸ τῆς βουλῆς ἄνδρας δέκα τοὺς καταστησομένους αὐτὰ ἐς εἰρήνην, ὅσα Σκιπίων τε ἔλαβε καὶ Βροῦτος πρὸ τοῦ Σκιπίωνος ὑπηγάγετο ἢ ἐχειρώσατο.? χρόνῳ δ ὕστερον, ἀποστάσεων ἄλλων ἐν Ἰβηρίᾳ γενομένων, Καλπούρνιος Πίσων στρατηγὸς ᾑρέθη. καὶ αὐτὸν διεδέξατο μὲν Σέρουιος Γάλβας, Κίμβρων δ ἐπιστρατευόντων τῇ Ἰταλίᾳ, καὶ Σικελίας πολεμουμένης τὸν δεύτερον δουλικὸν πόλεμον, στρατιὰν μὲν ἐς Ἰβηρίαν οὐκ ἔπεμπον ὑπ ἀσχολίας, πρέσβεις δὲ ἀπεστέλλον, οἳ τὸν πόλεμον ἔμελλον ὅπῃ δύναιντο καταθήσεσθαι. Κίμβρων δὲ ἐξελαθέντων, Τίτος Δείδιος ἐπελθὼν Ἀρουακῶν μὲν ἔκτεινεν ἐς δισμυρίους, Τερμησὸν δέ, μεγάλην πόλιν ἀεὶ δυσπειθῆ Ῥωμαίοις γενομένην, ἐξ ἐρυμνοῦ κατήγαγεν ἐς τὸ πεδίον, καὶ ἐκέλευσεν οἰκεῖν ἀτειχίστους. Κολένδαν δὲ προσκαθίσας ἐνάτῳ μηνὶ παρέλαβεν ἐγχειρίσασαν ἑαυτήν, καὶ τοὺς Κολενδέας ἅπαντας μετὰ παίδων καὶ γυναικῶν ἀπέδοτο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기