호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐ μὴν οὐδ ὣς ἐτόλμα πολεμεῖν πρὶν αὐτοὺς γυμνάσαι πόνοις πολλοῖς.? τὰ οὖν ἀγχοτάτω πεδία πάντα περιιών, ἑκάστης ἡμέρας, ἄλλο μετ ἄλλο στρατόπεδον ἤγειρέ τε καὶ καθῄρει, καὶ τάφρους ὤρυσσε βαθυτάτας καὶ ἐνεπίμπλη, τείχη τε μεγάλα ᾠκοδόμει καὶ κατέφερεν, αὐτὸς ἐξ ἠοῦς ἐς ἑσπέραν ἅπαντα ἐφορῶν. τὰς δὲ ὁδοιπορίας, ἵνα μή τις ὡς πάλαι διασκιδνῷτο, ἦγεν ἐν πλινθίοις ἀεί, καὶ τὴν δεδομένην ἑκάστῳ τάξιν οὐκ ἦν ἐναλλάξαι. περιιών τε τὴν ὁδοιπορίαν, καὶ τὰ πολλὰ οὐραγῶν, τοὺς μὲν ἀρρωστοῦντας ἐπὶ τοὺς ἵππους ἀνεβίβαζεν ἀντὶ τῶν ἱππέων, τὰ δὲ βαροῦντα τὰς ἡμιόνους ἐς τοὺς πεζοὺς διεμέριζεν. εἰ δὲ σταθμεύοι, τοὺς μὲν προφύλακας τῆς ἡμέρας ἐκ τῆς ὁδοιπορίας ἔδει περὶ τὸν χάρακα ἵστασθαι, καὶ ἱππέων ἑτέραν ἴλην περιτρέχειν: οἱ δ ἄλλοι τὰ ἔργα διῄρηντο, καὶ τοῖς μὲν ταφρεύειν ἐτέτακτο, τοῖς δὲ τειχίζειν, τοῖς δὲ σκηνοποιεῖν, χρόνου τε μῆκος ὡρίζετο αὐτοῖς καὶ διεμετρεῖτο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기