- 텍스트

Appian, The Foreign Wars, chapter 11 5:

(아피아노스, The Foreign Wars, chapter 11 5:)

Ὧν οἱ ἐν ἄστει Ῥωμαῖοι πυνθανόμενοι Φάβιον Μάξιμον Αἰμιλιανόν, Αἰμιλίου Παύλου τοῦ Περσέα τὸν Μακεδόνων βασιλέα ἀνελόντος υἱόν, ἔπεμπον ἐς Ἰβηρίαν, καὶ στρατιὰν ἑαυτῷ καταγράφειν ἐπέτρεπον.? ὁ δέ, Ῥωμαίων ἄρτι Καρχηδόνα καὶ τὴν Ἑλλάδα ἑλόντων καὶ τὸν τρίτον ἐν Μακεδονία πόλεμον κατωρθωκοτων, φειδοῖ τῶν ἀνδρῶν τῶν ἐκεῖθεν ἐληλυθότων κατέλεγε πρωθήβας, οὐ πρὶν πολέμου πεπειραμένους, ἐς δύο τέλη. καὶ παρὰ τῶν συμμάχων στρατὸν ἄλλον αἰτήσας ἧκεν ἐς Ὄρσωνα τῆς Ἰβηρίας σύμπαντας ἔχων πεζοὺς μυρίους καὶ πεντακισχιλίους καὶ ἱππέας ἐς δισχιλίους. ὅθεν οὔπω μάχης ἄρχων, μέχρι τὴν στρατιὰν γυμνάσειεν, ἐς Γάδειρα διέπλευσε τὸν πορθμόν, Ἡρακλεῖ θύσων. ὁ δὲ Οὐρίατθος αὐτοῦ τῶν ξυλευομένων τισὶν ἐπιπεσὼν ἔκτεινε πολλοὺς καὶ ἐφόβησε τοὺς λοιπούς. τοῦ δ ὑποστρατήγου συντάξαντος αὐτοὺς αὖθις ὁ Οὐρίατθος ἐκράτει καὶ πολλὴν λείαν περιεσύρατο. ἀφικομένου τε τοῦ Μαξίμου συνεχῶς ἐξέτασσε προκαλούμενος. ὁ δὲ ὅλῳ μὲν οὐ συνεμίσγετο τῷ στρατῷ, γυμνάζων αὐτοὺς ἔτι, κατὰ δὲ μέρη πολλάκις ἠκροβολίζετο, πεῖράν τε ποιούμενος τῶν πολεμίων καὶ τοῖς ἰδίοις ἐντιθεὶς θάρσος. χορτολογῶν τε ἐνόπλους ἀεὶ τοῖς γυμνοῖς περιίστη, καὶ περιέτρεχε μεθ ἱππέων αὐτός, οἱᾶ Παύλῳ τῷ πατρὶ συστρατευόμενος ἐν Μακεδόσιν ἑώρα. μετὰ δὲ χειμῶνα γεγυμνασμένῳ τῷ στρατῷ τρέπεται δεύτερος ὅδε τὸν Οὐρίατθον καλῶς ἀγωνισάμενον καὶ πόλεις αὐτοῦ δύο τὴν μὲν διήρπασε τὴν δὲ ἐπέπρησεν, αὐτόν τε, φεύγοντα ἐς χωρίον ᾧ ὄνομα ἦν Βαικόρ, διώκων ἔκτεινε πολλούς. καὶ ἐχείμαζεν ἐν Κορδύβῃ, δεύτερον ἔτος ἤδη στρατηγῶν τοῦδε τοῦ πολέμου. καὶ τάδε μὲν ὁ Αἰμιλιανὸς ἐργασάμενος ἐς Ῥώμην ἀπῇρε, διαδεξαμένου τὴν ἀρχὴν Κοϊ´ντου Πομπηίου τοῦ Αὔλου.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION