호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐπὶ δὲ Παλλαντίαν ᾔει πόλιν, ἣ δόξαν τε ἀρετῆς εἶχε μείζω, καὶ πολλοὶ συνεπεφεύγεσαν ἐς αὐτήν:? ὅθεν αὐτῷ συνεβούλευόν τινες ἀποχωρεῖν πρὸ πείρας. ὁ δὲ πολυχρήματον εἶναι πυνθανόμενος οὐκ ἀνεχώρει, μέχρι σιτολογοῦντα αὐτὸν οἱ Παλλάντιοι συνεχῶς ἱππεῦσιν ἠνώχλουν τε καὶ σιτολογεῖν ἐκώλυον. ἀπορῶν δὲ τροφῶν ὁ Λεύκολλος ἀνεζεύγνυ, τετράγωνον ἐν πλινθίῳ τὸν στρατὸν ἄγων, ἑπομένων αὐτῷ καὶ τότε τῶν Παλλαντίων μέχρι Δορίου ποταμοῦ, ὅθεν οἱ μὲν Παλλάντιοι νυκτὸς ἀνεχώρουν, ὁ δ ἐς τὴν Τυρδιτανῶν χώραν διελθὼν ἐχείμαζεν. καὶ τοῦτο τέλος ἦν τοῦ Οὐακκαίων πολέμου, παρὰ ψήφισμα Ῥωμαίων ὑπὸ Λευκόλλου γενομένου. καὶ ὁ Λεύκολλος ἐπὶ τῷδε οὐδὲ ἐκρίθη.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기