호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τῆς δ ἐπιούσης οἱ πρεσβύτατοι, στεφανωσάμενοί τε καὶ φέροντες ἱκετηρίας, τὸν Λεύκολλον αὖθις ἠρώτων τί ποιοῦντες ἂν εἰε῀ν φίλοι.? ὁ δὲ αὐτοὺς ὅμηρά τε ᾔτει καὶ ἀργυρίου τάλαντα ἑκατόν, καὶ τοὺς ἱππέας αὐτῶν ἐκέλευέν οἱ συστρατεύειν. ὡς δὲ πάντα ἔλαβεν, ἠξίου φρουρὰν ἐς τὴν πόλιν ἐσαγαγεῖν. δεξαμένων δὲ καὶ τοῦτο τῶν Καυκαίων, ἐσήγαγε δισχιλίους ἀριστίνδην ἐξειλεγμένους, οἷς ἐσελθοῦσιν εἴρητο γίγνεσθαι περὶ τὰ τείχη. καταλαβόντων δὲ αὐτὰ τῶν δισχιλίων, ἐσήγαγε τὴν ἄλλην στρατιὰν ὁ Λεύκολλος, καὶ τῇ σάλπιγγι ὑπεσήμαινε κτείνειν Καυκαίους ἅπαντας ἡβηδόν. οἱ μὲν δὴ πίστεις τε καὶ θεοὺς ὁρκίους ἐπικαλούμενοι, καὶ Ῥωμαίους ἐς ἀπιστίαν λοιδοροῦντες, διεφθείροντο ὠμῶς, ἐκ δισμυρίων ἀνδρῶν κατὰ πύλας ἀποκρήμνους διαφυγόντων ὀλίγων: ὁ δὲ Λεύκολλος τὴν πόλιν διήρπαζε, καὶ δόξης Ῥωμαίους ἐνεπίμπλη κακῆς. οἱ δ ἄλλοι βάρβαροι συνέθεον ἐκ τῶν πεδίων, οἱ μὲν ἐς τὰ ἀπόκρημνα, οἱ δὲ ἐς τὰς ὀχυρωτέρας πόλεις, συμφέροντες ἃ δύναιντο καὶ ἐμπιπράντες ὅσα λείποιεν, τοῦ μηδὲν ἔτι Λεύκολλον εὑρεῖν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기