호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁ δὲ Λεύκολλος δόξης τε ἐπιθυμῶν, καὶ ἐκ πενίας χρῄζων χρηματισμοῦ, ἐς Οὐακκαίους.? ἕτερον γένος Κελτιβήρων, ἐνέβαλεν, οἳ γείτονες τῶν Ἀρουακῶν εἰσίν, οὔτε τινὸς αὐτῷ ψηφίσματος γεγονότος, οὔτε Οὐακκαίων Ῥωμαίοις πεπολεμηκότων, οὐδὲ ἐς αὐτόν τι Λεύκολλον ἁμαρτόντων. περάσας δὲ τὸν ποταμὸν τὸν καλούμενον Τάγον, ἀφίκετο πρὸς Καύκαν πόλιν καὶ παρεστρατοπέδευσεν. οἱ δ ἐπύθοντο μὲν αὐτοῦ τίνος ἥκοι δεόμενος ἢ τί πολέμου χρῄζων, φήσαντος δὲ ὅτι Καρπητανοῖς ὑπὸ Οὐακκαίων ἀδικουμένοις βοηθοίη, τότε μὲν ἀνεχώρουν ἐς τὴν πόλιν, ξυλευομένῳ δὲ αὐτῷ καὶ χορτολογοῦντι ἐπέκειντο. καὶ κτείνουσι πολλούς, καὶ τοὺς λοιποὺς διώκουσιν ἐς τὸ στρατόπεδον. γενομένης δὲ καὶ παρατάξεως, οἱ Καυκαῖοι ψιλοῖς ἐοικότες ἐκράτουν ἐπὶ πολὺ τοῦ Λευκόλλου, μέχρι σφῶν τὰ ἀκόντια πάντα ἐξαναλώθη: καὶ τότε ἔφευγον οὐκ ὄντες μενεμάχοι, περί τε τὰς πύλας αὐτῶν ὠθουμένων ἀνῃρέθησαν ἀμφὶ τοὺς τρισχιλίους.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기