호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀρουακοὶ μὲν οὖν εὐθὺς αὐτῆς νυκτὸς ἐς Νομαντίαν, ἣ δυνατωτάτη πόλις ἦν, συνελέγοντο, καὶ στρατηγοὺς Ἄμβωνα καὶ Λεύκωνα ᾑροῦντο:? Νωβελίων δ αὐτοῖς τρισὶν ἡμέραις ὕστερον ἐπελθὼν παρεστρατοπέδευσεν ἀπὸ σταδίων τεσσάρων καὶ εἴκοσιν. παραγενομένων δέ οἱ Νομάδων ἱππέων τριακοσίων, οὓς Μασσανάσσης ἐπεπόμφει, καὶ ἐλεφάντων δέκα, τὴν στρατιὰν ἐπῆγε τοῖς πολεμίοις, ἄγων ὀπίσω τὰ θηρία λανθάνοντα. καὶ γενομένης ἐν χερσὶ τῆς μάχης οἱ μὲν ἄνδρες διέστησαν, τὰ δὲ θηρία ἐξεφαίνετο: καὶ οἱ Κελτίβηρες αὐτοί τε καὶ οἱ ἵπποι σφῶν οὐ πρὶν ἑωρακότες ἐλέφαντας ἐν πολέμοις ἐθορυβοῦντο καὶ κατέφευγον ἐς τὴν πόλιν. ὁ δὲ καὶ τοῖς τείχεσιν αὐτοὺς ἐπῆγε, καὶ ἐμάχετο γενναίως, μέχρι τῶν ἐλεφάντων τις ἐς τὴν κεφαλὴν λίθῳ μεγάλῳ καταπίπτοντι πληγεὶς ἠγριώθη τε, καὶ ἐκβοήσας μέγιστον ἐς τοὺς φίλους ἐπεστρέφετο, καὶ ἀνῄρει τὸν ἐν ποσίν, οὐ διακρίνων ἔτι φίλιον ἢ πολέμιον. οἵ τε ἄλλοι ἐλέφαντες πρὸς τὴν ἐκείνου βοὴν διαταραχθέντες ὅμοια πάντες ἔδρων, καὶ τοὺς Ῥωμαίους συνεπάτουν τε καὶ ἀνέτεμνον καὶ ἀνερρίπτουν. ὅπερ ἀεὶ θορυβηθέντες οἱ ἐλέφαντες εἰώθασι πάσχειν, καὶ πάντας ἡγεῖσθαι πολεμίους: καί τινες διὰ τήνδε τὴν ἀπιστίαν αὐτοὺς καλοῦσι κοινοὺς πολεμίους. φυγὴ οὖν τῶν Ῥωμαίων ἐγίγνετο ἄτακτος: ἣν οἱ Νομαντῖνοι κατιδόντες ἀπὸ τῶν τειχῶν ἐξέθορον, καὶ διώκοντες ἔκτειναν ἄνδρας μὲν ἐς τετρακισχιλίους ἐλέφαντας δὲ τρεῖς, ὅπλα τε πολλὰ καὶ σημεῖα ἔλαβον. Κελτιβήρων δὲ ἀπέθανον ἐς δισχιλίους.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기