호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀσταπὰ δ ἦν πόλις Καρχηδονίοις ἀεὶ ἐμμείνασα ὁμαλῶς:? οἳ τότε τοῦ Μαρκίου σφᾶς περικαθημένου, συγγιγνώσκοντες ὅτι Ῥωμαῖοι λαβόντες αὐτοὺς ἀνδραποδιοῦνται, τὴν περιουσίαν σφῶν ἐς τὴν ἀγορὰν συνήνεγκαν, καὶ ξύλα περιθέντες αὐτῇ τὰ τέκνα καὶ τὰ γύναια ἐπέβησαν ἐπὶ τὴν ὕλην. πεντήκοντα δὲ σφῶν ὡρ´κωσαν τοὺς ἀρίστους, ὅταν ἡ πόλις ἁλίσκηται, τὰ γύναια καὶ τοὺς παῖδας ἀνελεῖν καὶ τὸ πῦρ ἅψαι καὶ ἑαυτοὺς ἐπικατασφάξαι. οἱ μὲν δὴ μάρτυρας τῶνδε ποιησάμενοι τοὺς θεούς, ἐξέδραμον ἐπὶ τὸν Μάρκιον οὐχ ὑφορώμενον οὐδέν, ὅθεν αὐτοῦ τοὺς ψιλοὺς καὶ τοὺς ἱππέας ἐτρέψαντο. ὁπλισαμένης δὲ τῆς φάλαγγος, τὰ μὲν τῶν Ἀσταπαίων ἦν ἄριστα, ἐξ ἀπογνώσεως μαχομένων, Ῥωμαῖοι δ ὅμως ἐκράτουν αὐτῶν διὰ τὸ πλῆθος: οὐ γὰρ δὴ τῇ γε ἀρετῇ χείρους ἦσαν οἱ Ἀσταπαῖοι. πεσόντων δὲ ἁπάντων, οἱ πεντήκοντα τὰς γυναῖκας καὶ τὰ παιδία κατέσφαξαν, καὶ τὸ πῦρ ἐγείραντες ἑαυτοὺς ἐπέρριψαν, ἀκερδῆ τοῖς πολεμίοις τὴν νίκην ἐργασάμενοι. ὁ δὲ Μάρκιος τὴν ἀρετὴν τῶν Ἀσταπαίων καταπλαγεὶς οὐκ ἐνύβρισεν ἐς τὰ οἰκόπεδα αὐτῶν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기