호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μετὰ δὲ τοῦθ’ οἱ μὲν Λίβυεσ ὑπεχώρουν ἀεὶ μετὰ σπουδῆσ, ὁ δὲ Σκιπίων αὐτοῖσ εἵπετο, βλάπτων τι καὶ λυπῶν ὁσάκισ καταλάβοι. ὡσ δ’ οἱ μὲν ὀχυρόν τι χωρίον προύλαβον, ἔνθα καὶ ὕδωρ ἦν ἄφθονον καὶ ἀγορά, καὶ οὐδὲν ἄλλο ἢ πολιορκεῖν αὐτοὺσ ἔδει, Σκιπίωνα δ’ ἤπειγον ἕτεραι χρεῖαι, Σιλανὸν μὲν ἀπέλιπε τούσδε πολιορκεῖν, αὐτὸσ δ’ ἐπῄει τὴν ἄλλην Ἰβηρίαν καὶ ὑπήγετο. Λιβύων δὲ τῶν ὑπὸ Σιλανοῦ πολιορκουμένων αὖθισ ὑποχωρούντων, ἑώσ ἐπὶ τὸν πορθμὸν ἀφικόμενοι ἐσ Γάδειρα ἐπέρασαν, ὁ Σιλανόσ, ὅσα δυνατὸν ἦν βλάψασ, ἀνεζεύγνυεν ἐσ Καρχηδόνα πρὸσ Σκιπίωνα. Ἀσδρούβαν δὲ τὸν Ἀμίλχαροσ, περὶ τὸν βόρειον ὠκεανὸν στρατιὰν ἔτι συλλέγοντα, ὁ ἀδελφὸσ Ἀννίβασ ἐκάλει κατὰ σπουδὴν ἐσ τὴν Ἰταλίαν ἐσβαλεῖν. ὁ δὲ ἵνα λάθοι τὸν Σκιπίωνα, παρὰ τὸν βόρειον ὠκεανὸν τὴν Πυρήνην ἐσ Γαλάτασ ὑπερέβαινε, μεθ’ ὧν ἐξενολογήκει Κελτιβήρων. καὶ ὁ μὲν Ἀσδρούβασ ὧδε ἐσ τὴν Ἰταλίαν, τῶν Ἰταλῶν ἀγνοούντων, ἠπείγετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기