호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅτι ἀποροῦντεσ Ῥωμαῖοί τε καὶ Καρχηδόνιοι χρηματων, οἱ μὲν οὐκέτι ἐναυπήγουν, τετρυμένοι διὰ τὰσ ἐσφοράσ, ἀλλὰ πεζὴν στρατιὰν καταλέγοντεσ ἐξέπεμπον ἐσ Λιβύην καὶ ἐσ Σικελίαν ἀνὰ ἔτοσ ἕκαστον, Καρχηδόνιοι δ’ ἐσ Πτολεμαῖον ἐπρεσβεύοντο, τὸν Πτολεμαίου τοῦ Λάγου, βασιλέα Αἰγύπτου, δισχίλια τάλαντα κιχρώμενοι. τῷ δ’ ἦν ἔσ τε Ῥωμαίουσ καὶ Καρχηδονίουσ φιλία, καὶ συναλλάξαι σφᾶσ ἐπεχείρησεν ἀλλήλοισ. οὐ δυνηθεὶσ δ’ ἔφη χρῆναι φίλοισ κατ’ ἐχθρῶν συμμαχεῖν, οὐ κατὰ φίλων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기