- 텍스트

Appian, The Foreign Wars, chapter 2:

(아피아노스, The Foreign Wars, chapter 2:)

Ἄλλους δὲ πάλιν Κελτοὺς ἐνίκα Ποπίλλιος, καὶ μετ ἐκεῖνον τοὺς αὐτοὺς Κάμιλλος ὁ τοῦ Καμίλλου υἱός.? ἔστησε δὲ κατὰ Κελτῶν καὶ Πάππος Αἰμίλιος τρόπαια. πρὸ δὲ τῶν τοῦ Μαρίου ὑπατειῶν πλεῖστόν τι καὶ μαχιμώτατον, τῇ τε ἡλικίᾳ μάλιστα φοβερώτατον χρῆμα Κελτῶν ἐς τὴν Ἰταλίαν τε καὶ Γαλατίαν ἐσέβαλε, καί τινας ὑπάτους Ῥωμαίων ἐνίκησε καὶ στρατόπεδα κατέκοψεν: ἐφ οὓς ὁ Μάριος ἀποσταλεὶς ἅπαντας διέφθειρε. τελευταῖα δὲ καὶ μέγιστα τῶν ἐς Γαλάτας Ῥωμαίοις πεπραγμένων ἐστὶ τὰ ὑπὸ Γαϊῴ Καίσαρι στρατηγοῦντι γενόμενα. μυριάσι τε γὰρ ἀνδρῶν ἀγρίων, ἐν τοῖς δέκα ἔτεσιν ἐν οἷς ἐστρατήγησεν, ἐς χεῖρας ἦλθον, εἴ τις ὑφ ἓν τὰ μέρη συναγάγοι, τετρακοσίων πλείοσι, καὶ τούτων ἑκατὸν μὲν ἐζώγρησαν, ἑκατὸν δ ἐν τῷ πόνῳ κατέκανον. ἔθνη δὲ τετρακόσια καὶ πόλεις ὑπὲρ ὀκτακοσίας, τὰ μὲν ἀφιστάμενα σφῶν, τὰ δὲ προσεπιλαμβάνοντες, ἐκρατύναντο. πρὸ δὲ τοῦ Μαρίου καὶ Φάβιος Μάξιμος ὁ Αἰμιλιανός, ὀλίγην κομιδῇ στρατιὰν ἔχων, ἐπολέμησε τοῖς Κελτοῖς, καὶ δώδεκα μυριάδας αὐτῶν ἐν μιᾷ μάχῃ κατέκανε, πεντεκαίδεκα μόνους τῶν ἰδίων ἀποβαλών. καὶ ταῦτα μέντοι ἔπραξε πιεζόμενος ὑπὸ τραύματος ὑπογυίου, καὶ τὰ τάγματα ἐπιὼν καὶ παραθαρρύνων, καὶ διδάσκων ὅπως τοῖς βαρβάροις πολεμητέον, τὰ μὲν ἐπ ἀπήνης φερόμενος, τὰ δὲ καὶ βάδην χειραγωγούμενος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION