호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀναχθέντα δ’ αὐτὸν μετὰ τῶν σύλων χειμὼν ὑπέλαβε, καὶ τῶν νεῶν τὰσ μὲν κατέδυσε καὶ διέφθειρεν αὐτοῖσ ἀνδράσι, τὰσ δ’ ἐσ τὴν γῆν ἐξέρριψεν. τὰ δὲ ἱερὰ πάντα σῶα ὁ κλύδων ἐσ τοὺσ Λοκρῶν λιμένασ ἐπανήγαγεν, ὥστε καὶ Πύρρον ὀψὲ τῆσ ἀσεβείασ αἰσθόμενον ἀναθεῖναί τε αὐτὰ ἐσ τὸ ἱερὸν τῇ Περσεφόνῃ, καὶ θυσίαισ ἱλάσκεσθαι τὴν θεὸν πολλαῖσ. τῶν δὲ ἱερῶν οὐκ ἀπαντώντων ἔτι μᾶλλον ἐξεμαίνετο, καὶ τοὺσ περὶ τῆσ ἱεροσυλίασ αὐτῷ συμβουλεύσαντασ ἢ λέγοντι συνθεμένουσ, ἢ διακονησαμένουσ τὸ ἔργον, ἔκτεινεν. ὁ μὲν δὴ Πύρροσ οὕτωσ ἐπεπράχει κακῶσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기