호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁποτέρωσ δ’ οὖν ἀπεκρίνατο, θαυμάσασ αὐτὸν τοῦ φρονήματοσ ὁ Πύρροσ ἑτέραν ὁδὸν ἐσ τὰσ διαλλαγὰσ ἐπενόει, καὶ τοὺσ αἰχμαλώτουσ ἐσ τῶν Κρονίων τὴν ἑορτὴν ἔπεμπεν ἄνευ φυλάκων, ἐφ’ ᾧ, δεχομένησ μὲν τῆσ πόλεωσ ἃ ὁ Πύρροσ προτείνει, μένειν καὶ τῆσ αἰχμαλωσίασ ἀπολελύσθαι, μὴ δεχομένησ δὲ ἑορτάσαντασ ἐπανήκειν ἐσ αὐτόν. τούτουσ ἡ βουλή, πάνυ παρακαλοῦντασ καὶ ἐνάγοντασ ἐσ τὰσ διαλύσεισ, ἐκέλευσεν ἑορτάσαντασ Πύρρῳ παραδοῦναι σφᾶσ αὐτοὺσ ἐν ἡμέρᾳ ῥητῇ, καὶ θάνατον ἐπέταξε τοῖσ ἀπολειφθεῖσι τῆσ ἡμέρασ. οἱ δὲ καὶ αὐτὴν ἅπαντεσ ἐφύλαξαν, καὶ Πύρρῳ πολεμητέα πάντωσ αὖθισ ἐδόκει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기