호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅτι ὅσοι ἐν Ῥηγίῳ Ῥωμαίων ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τῆσ πόλεωσ, μή τι πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, παρέμενον, αὐτοί τε καὶ Δέκιοσ ὁ ἡγεμὼν αὐτῶν, τοῖσ ἀγαθοῖσ τῶν Ῥηγίνων φθονήσαντεσ, καὶ φυλάξαντεσ αὐτοὺσ εὐωχουμένουσ ἐν ἑορτῇ διέφθειραν, καὶ ταῖσ γυναιξὶν ἀκουσίαισ συνῆσαν. πρόφασιν δὲ τῆσ παρανομίασ ἔφερον ὅτι Ῥηγῖνοι τὴν φρουρὰν προεδίδοσαν Πύρρῳ. καὶ Δέκιοσ μὲν ἀντὶ φρουράρχου τύραννοσ ἦν, καὶ φιλίαν ἔθετο Μαμερτίνοισ τοῖσ ἐπὶ τοῦ πορθμοῦ τοῦ Σικελικοῦ κατῳκημένοισ, οὐ πρὸ πολλοῦ κἀκείνοισ ἐσ ἰδίουσ ξένουσ ὅμοια δεδρακόσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기