- 텍스트

Appian, The Foreign Wars, chapter 8:

(아피아노스, The Foreign Wars, chapter 8:)

Ἀπαγγελθέντων δὲ τούτων ἐς τὸ στρατόπεδον ὀλοφυρμὸς ἦν καὶ θρῆνος ἐπὶ πλεῖστον:? θανάτου γὰρ ἡγοῦντο εἶναι χείρονα τὴν ὕβριν τὴν ὑπὸ τῷ ζυγῷ. ὡς δὲ καὶ περὶ τῶν ἱππέων ἐπύθοντο, αὖθις ἐθρήνουν ἐπὶ πλεῖστον. ὑπὸ δὲ ἀπορίας αὐτὰ ἐδέχοντο, καὶ τοὺς ὁρ´κους ὤμνυον ὅ τε Πόντιος καὶ οἱ Ῥωμαίων ὕπατοι, δύο ὄντες Ποστούμιός τε καὶ Οὐετούριος, καὶ ταμιαι δύο καὶ ταξιάρχαι τέσσαρες καὶ χιλίαρχοι δώδεκα, σύμπαντες ὅσοι μετὰ τοὺς διεφθαρμένους ἦρχον. γενομένων δὲ τῶν ὁρ´κων ὁ μὲν Πόντιος παραλύσας τι τοῦ διατειχίσματος, καὶ δυσὶ δόρασιν ἐς τὴν γῆν ἐμπεπηγόσιν ἐπικάρσιον ἄλλο ἐπιθείς, ἐξέπεμπε Ῥωμαίων ἕκαστον ὑπὸ τούτῳ. καί τινα ὑποζύγια ἔδωκεν αὐτοῖς ἐς τοὺς ἀρρωστοῦντας, καὶ τροφήν, ἄχρι τῆς Ῥώμης φέρεσθαι. δύναται δ, ἐμοὶ δοκεῖν, τὸ εἶδος τῆς ἀφέσεως, ὃ καλοῦσιν οἱ τῇδε ζυγόν, ὀνειδίζειν ὡς δοριαλώτοις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION