호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡ δὲ ἔτι λέγοντος ἀγανακτήσασα καὶ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνασχοῦσα, θεοὺς γενεθλίους ἐμαρτύρατο δύο μὲν ἤδη πρεσβείας γυναικῶν ἀπὸ Ῥώμης ἐν μεγάλοις ἐστάλθαι κακοῖς, ἐπὶ Τατίου βασιλέως καὶ Γαϊού Μαρκίου, τούτοιν δὲ Τάτιον μέν, ὄντα ξένον καὶ ἀληθῆ πολέμιον, ἐνδοῦναι ταῖς γυναιξὶν αἰδούμενον, Μάρκιον δ ὑπερορᾶν πρεσβείας γυναικῶν τοσῶνδε, καὶ τῆς γεγαμημένης καὶ μητρὸς ἐπὶ ταύταις.? "ἄλλη μὲν οὖν," ἔφη, "μηδεμία μήτηρ, ἀτυχοῦσα παιδός, ἐς ἀνάγκην ἀφίκοιτο προσπεσεῖν αὐτῷ: ἐγὼ δὲ καὶ τοῦτο ὑφίσταμαι: προκυλίσομαί σου. " καὶ λέγουσα ἐς τὸ ἔδαφος ἑαυτὴν ἐρρίπτει. ὁ δὲ ἐδάκρυσέ τε καὶ ἀνεπήδα καὶ ἀντείχετο αὐτῆς, ὑπό τε τοῦ πάθους ἐξεφώνησε, "νικᾷς, ὦ μῆτερ, ἀλλὰ νίκην ἐξ ἧς τὸν υἱὸν ἀπολεῖς. " ταῦτα εἰπὼν ἀπῆγε τῆν στρατιὰν ὡς λόγον ἀποδώσων Οὐολούσκοις καὶ τὰ ἔθνη συναλλάξων: ἐλπίς τε ἦν ὅτι καὶ ταῦτα πείσει Οὐολούσκους. κατελεύσθη δὲ φθονούμενος παρὰ τοῦ στρατηγοῦ Ἀττίου. Ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδὲ ἓν αὐτῶν ἐδικαίου. συιδ. ϝ. ἐδικαίου. Ἐλεεινοὶ τοῦ πάθους, ἀξιέπαινοι τῆς ἀρετῆς γενόμενοι. μέγα γὰρ τοῦτο Ῥωμαίοις πάθος ἐγένετο καὶ πλήθους ἕνεκα καὶ ἀξιώματος εὐγενοῦς οἴκου καὶ πανωλεθρίας. καὶ τὴν ἡμέραν ἀποφράδα τίθενται. συιδ. ϝϝ. ἐλεεινός ετ ἀποφράδες ἡμέραι. Τῷ δὲ στρατηγῷ στρατὸς ἦν δυσπειθὴς ὑπὸ μνησικακίας, ἐθελοκάκως τε ἠγωνίζοντο, καὶ ἔφευγον ἐπιδησάμενοι τὰ σώματα ὡς τετρωμένοι, καὶ τὰς σκηνὰς διέλυον, καὶ ἀναχωρεῖν ἐπεχείρουν, ἀπειρίαν ἐπικαλοῦντες τῷ στρατηγῷ. ιδ. ϝ. ἐθελοκάκως.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기