호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φραόρτεω δὲ τελευτήσαντοσ ἐξεδέξατο Κυαξάρησ ὁ Φραόρτεω τοῦ Δηιόκεω παῖσ. οὗτοσ λέγεται πολλὸν ἔτι γενέσθαι ἀλκιμώτεροσ τῶν προγόνων, καὶ πρῶτόσ τε ἐλόχισε κατὰ τέλεα τοὺσ ἐν τῇ, Ἀσίῃ καὶ πρῶτοσ διέταξε χωρὶσ ἑκάστουσ εἶναι, τούσ τε αἰχμοφόρουσ καὶ τοὺσ τοξοφόρουσ καὶ τοὺσ ἱππέασ· πρὸ τοῦ δὲ ἀναμὶξ ἦν πάντα ὁμοίωσ ἀναπεφυρμένα. οὗτοσ ὁ τοῖσι Λυδοῖσι ἐστὶ μαχεσάμενοσ ὅτε νὺξ ἡ ἡμέρη ἐγένετό σφι μαχομένοισι, καὶ ὁ τὴν Ἅλυοσ ποταμοῦ ἄνω Ἀσίην πᾶσαν συστήσασ ἑωυτῷ.
συλλέξασ δὲ τοὺσ ὑπ’ ἑωυτῷ ἀρχομένουσ πάντασ ἐστρατεύετο ἐπὶ τὴν Νίνον, τιμωρέων τε τῷ πατρὶ καὶ τὴν πόλιν ταύτην θέλων ἐξελεῖν. καί οἱ, ὡσ συμβαλὼν ἐνίκησε τοὺσ Ἀσσυρίουσ, περικατημένῳ τὴν Νίνον ἐπῆλθε Σκυθέων στρατὸσ μέγασ, ἦγε δὲ αὐτοὺσ βασιλεὺσ ὁ Σκυθέων Μαδύησ Προτοθύεω παῖσ·
οἳ ἐσέβαλον μὲν ἐσ τὴν Ἀσίην Κιμμερίουσ ἐκβαλόντεσ ἐκ τῆσ Εὐρώπησ, τούτοισι δὲ ἐπισπόμενοι φεύγουσι οὕτω ἐσ τὴν Μηδικὴν χώρην ἀπίκοντο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기