호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ Πανιώνιον ἐστὶ τῆσ Μυκάλησ χῶροσ ἱρὸσ πρὸσ ἄρκτον τετραμμένοσ, κοινῇ ἐξαραιρημένοσ ὑπὸ Ιὤνων Ποσειδέωνι Ἑλικωνίῳ. ἡ δὲ Μυκάλη ἐστὶ τῆσ ἠπείρου ἄκρη πρὸσ ζέφυρον ἄνεμον κατήκουσα Σάμῳ καταντίον, ἐσ τὴν συλλεγόμενοι ἀπὸ τῶν πολίων Ιὤνεσ ἄγεσκον ὁρτὴν τῇ ἔθεντο οὔνομα Πανιώνια. πεπόνθασι δὲ οὔτι μοῦναι αἱ Ιὤνων ὁρταὶ τοῦτο, ἀλλὰ καὶ Ἑλλήνων πάντων ὁμοίωσ πᾶσαι ἐσ τὠυτὸ γράμμα τελευτῶσι, κατά περ τῶν Περσέων τὰ οὐνόματα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기