Herodotus, The Histories, book 1, chapter 216 2:

(헤로도토스, The Histories, book 1, chapter 216 2:)

νόμοισι δὲ χρέωνται τοιοῖσιδε. γυναῖκα μὲν γαμέει ἕκαστοσ, ταύτῃσι δὲ ἐπίκοινα χρέωνται· τὸ γὰρ Σκύθασ φασὶ Ἕλληνεσ ποιέειν, οὐ Σκύθαι εἰσὶ οἱ ποιέοντεσ ἀλλὰ Μασσαγέται· τῆσ γὰρ ἐπιθυμήσῃ γυναικὸσ Μασσαγέτησ ἀνήρ, τὸν φαρετρεῶνα ἀποκρεμάσασ πρὸ τῆσ ἁμάξησ μίσγεται ἀδεῶσ.

상위

The Histories

목록

SEARCH

MENU NAVIGATION