호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτα μὲν τὸν Εὐφρήτην ποταμὸν ῥέοντα πρότερον ἰθύν, ὅσ σφι διὰ τῆσ πόλιοσ μέσησ ῥέει, τοῦτον ἄνωθεν διώρυχασ ὀρύξασα οὕτω δή τι ἐποίησε σκολιὸν ὥστε δὴ τρὶσ ἐσ τῶν τινα κωμέων τῶν ἐν τῇ Ἀσσυρίῃ ἀπικνέεται ῥέων· τῇ δὲ κώμῃ οὔνομα ἐστί, ἐσ τὴν ἀπικνέεται ὁ Εὐφρήτησ, Ἀρδέρικκα. καὶ νῦν οἳ ἂν κομίζωνται ἀπὸ τῆσδε τῆσ θαλάσσησ ἐσ Βαβυλῶνα, καταπλέοντεσ τὸν Εὐφρήτην ποταμὸν τρίσ τε ἐσ τὴν αὐτὴν ταύτην κώμην παραγίνονται καὶ ἐν τρισὶ ἡμέρῃσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기