- 텍스트

Herodotus, The Histories, book 1, chapter 151

(헤로도토스, The Histories, book 1, chapter 151)

αὗται μέν νυν αἱ ἠπειρώτιδες Αἰολίδες πόλιες, ἔξω τῶν ἐν τῇ Ἴδῃ οἰκημενέων:? κεχωρίδαται γὰρ αὗται. αἱ δὲ τὰς νήσους ἔχουσαι πέντε μὲν πόλιες τὴν Λέσβον νέμονται τὴν γὰρ ἕκτην ἐν τῇ Λέσβῳ οἰκημένην Ἀρίσβαν ἠνδραπόδισαν Μηθυμναῖοι ἐόντας ὁμαίμους, ἐν Τενέδῳ δὲ μία οἴκηται πόλις, καὶ ἐν τῇσι Ἑκατὸν νήσοισι καλεομένῃσι ἄλλη μία.

Λεσβίοισι μέν νῦν καὶ Τενεδίοισι, κατά περ Ιὤνων τοῖσι τὰς νήσους ἔχουσι, ἦν δεινὸν οὐδέν:

τῇσι δὲ λοιπῇσι πόλισι ἑάδε κοινῇ Ιὤσι ἕπεσθαι τῇ ἂν οὗτοι ἐξηγέωνται.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION