호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὗται μὲν αἱ Ιἄδες πόλιες εἰσί, αἵδε δὲ αἱ Αἰολίδες, Κύμη ἡ Φρικωνὶς καλεομένη, Λήρισαι, Νέον τεῖχος, Τῆμνος, Κίλλα, Νότιον, Αἰγιρόεσσα, Πιτάνη, Αἰγαῖαι, Μύρινα, Γρύνεια.? αὗται ἕνδεκα Αἰολέων πόλιες αἱ ἀρχαῖαι: μία γὰρ σφέων παρελύθη Σμύρνη ὑπὸ Ιὤνων: ἦσαν γὰρ καὶ αὗται δυώδεκα αἱ ἐν τῆ ἠπείρῳ. οὗτοι δὲ οἱ Αἰολέες χώρην μὲν ἔτυχον κτίσαντες ἀμείνω Ιὤνων, ὡρέων δὲ ἥκουσαν οὐκ ὁμοίως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기