호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κύρῳ δὲ ἐπιμελὲς ἐγένετο τὰ Κροῖσος εἶπε:? μεταστησάμενος δὲ τοὺς ἄλλους, εἴρετο Κροῖσον ὅ τι οἱ ἐνορῴη ἐν τοῖσι ποιευμένοισι. ὁ δὲ εἶπε "ἐπείτε με θεοὶ ἔδωκαν δοῦλον σοί, δικαιῶ, εἴ τι ἐνορέω πλέον, σημαίνειν σοί. Πέρσαι φύσιν ἐόντες ὑβρισταὶ εἰσὶ ἀχρήματοι.
ἢν ὦν σὺ τούτους περιίδῃς διαρπάσαντας καὶ κατασχόντας χρήματα μεγάλα, τάδε τοὶ ἐξ αὐτῶν ἐπίδοξα γενέσθαι. ὃς ἂν αὐτῶν πλεῖστα κατάσχῃ, τοῦτον προσδέκεσθαί τοι ἐπαναστησόμενον. νῦν ὦν ποίησον ὧδε, εἲ τοι ἀρέσκει τὰ ἐγὼ λέγω: κάτισον τῶν δορυφόρων ἐπὶ πάσῃσι τῇσι πύλῃσι φυλάκους, οἳ λεγόντων πρὸς τοὺς ἐκφέροντας τὰ χρήματα ἀπαιρεόμενοι ὡς σφέα ἀναγκαίως ἔχει δεκατευθῆναι τῷ Διί.
καὶ σύ τέ σφι οὐκ ἀπεχθήσεαι βίῃ ἀπαιρεόμενος τὰ χρήματα, καὶ ἐκεῖνοι συγγνόντες ποιέειν σε δίκαια ἑκόντες προήσουσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기