- 텍스트

Herodotus, The Histories, book 1, chapter 2

(헤로도토스, The Histories, book 1, chapter 2)

οὕτω μὲν Ιοὖν ἐς Αἴγυπτον ἀπικέσθαι λέγουσι Πέρσαι, οὐκ ὡς Ἕλληνές, καὶ τῶν ἀδικημάτων πρῶτον τοῦτο ἄρξαι.? μετὰ δὲ ταῦτα Ἑλλήνων τινάς οὐ γὰρ ἔχουσι τοὔνομα ἀπηγήσασθαι φασὶ τῆς Φοινίκης ἐς Τύρον προσσχόντας ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Εὐρώπην. εἰήσαν δ ἄν οὗτοι Κρῆτες. ταῦτα μὲν δὴ ἴσα πρὸς ἴσα σφι γενέσθαι, μετὰ δὲ ταῦτα Ἕλληνας αἰτίους τῆς δευτέρης ἀδικίης γενέσθαι: καταπλώσαντας γὰρ μακρῇ νηί ἐς Αἰᾶν τε τὴν Κολχίδα καὶ ἐπὶ Φᾶσιν ποταμόν, ἐνθεῦτεν, διαπρηξαμένους καὶ τἄλλα τῶν εἵνεκεν ἀπίκατο, ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Μηδείην.

πέμψαντά δὲ τὸν Κόλχων βασιλέα ἐς τὴν Ἑλλάδα κήρυκα αἰτέειν τε δίκας τῆς ἁρπαγῆς καὶ ἀπαιτέειν τὴν θυγατέρα.

τοὺς δὲ ὑποκρίνασθαι ὡς οὐδὲ ἐκεῖνοι Ιοὖς τῆς Ἀργείης ἔδοσάν σφι δίκας τῆς ἁρπαγῆς: οὐδὲ ὤν αὐτοὶ δώσειν ἐκείνοισι.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION