- 텍스트

Dio, Chrysostom, Orationes, ΧΑΡΙΔΗΜΟΣ.? 39:

(디오, 크리소토모스, 연설 (2), ΧΑΡΙΔΗΜΟΣ. 39:)

βραδὺ δὲ τοῦτο γίγνεται. μόλις γὰρ αὐτῶν ὁ λόγος, ἅτε στερεῶν ὄντων καὶ ἀδαμαντίνων, καθικνεῖται καὶ κατὰ μικρὸν ἀπεσθίει, παντελῶς δὲ οὐκ ἂν δύναιτο δαπανῆσαι καὶ διελεῖν. ὅτῳ δ᾿ ἂν ἐγγένηται τοῦτο τὸ φάρμακον καὶ φιλοπόνως αὐτῷ χρήσηται δἰ ἡμέρας καὶ νυκτὸς ἐφ᾿ ὅσον οἱό῀ν τ᾿ ἐστίν, εὐχερῶς ἤδη τὴν φρουρὰν φέρει καὶ περιέρχεται παρὰ τοὺς ἄλλους ὥσπερ λελυμένος, καὶ τοῦ χρεὼν ἐπιστάντος ῥᾳδίως ἄπεισιν, ὡς ἂν οὐκέτι βίᾳ κρατούμενος οὐδὲ σφιγγόμενος. ἐκ τούτων ἐνίοτε οἱ θεοί τινας καὶ παρέδρους ἑαυτοῖς ποιοῦνται δἰ ἀρετὴν καὶ σοφίαν, καθόλου τῆς τιμωρίας ἀπαλλάξαντες.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION