호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔλεγε δὲ καὶ κατ᾿ ἄνδρα ἕτερα εἶναι δεσμά, τοῖς μὲν ἐλάττω, τοῖς δὲ μείζω περικείμενα ὥσπερ πέδας: καλεῖσθαι δὲ ὑφ᾿ ἡμῶν αὐτὰς ἐλπίδας. ὥσπερ οὖν τὰς πέδας κατωτάτω τοῦ σώματος εἶναι καὶ περὶ τοῖς ἐσχάτοις μέρεσιν, οὕτω καὶ τὰς ἐλπίδας κατωτάτω εἶναι καὶ περὶ τὸ τελευταῖον μέρος τοῦ βίου, καὶ μάλιστα δὴ κρατεῖν τοὺς ἀνθρώπους καὶ ἀναγκάζειν πάντα πάσχοντας ὑπομένειν. τοῖς μὲν οὖν ἀνοήτοις τε καὶ ἠλιθίοις ὑπερόγκους τε εἶναι τὰς πέδας ταύτας καὶ σφόδρα παχείας, τοῖς δὲ κομψοτέροις κεχαλάσθαι τε καὶ λεπτὰς περικεῖσθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기