호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὃς γελάσας πάνυ εἰρωνικῶς, Τοὺς τραγῳδούς, ἔφη, καλεῖς μάρτυρας. Οἷς γε πιστεύουσιν, εἶπεν, οἱ Ἕλληνες: οὓς γὰρ ἐκεῖνοι ἀποδεικνύουσιν ἡρ´ωας, τούτοις φαίνονται ἐναγίζοντες ὡς ἡρ´ωσι, καὶ τὰ ἡρῷα ἐκείνοις ᾠκοδομημένα ἰδεῖν ἔστιν. ὁμοίως δὲ ἐννόησον, εἰ βούλει, καὶ τὴν Φρυγίαν τὴν Πριάμου δούλην, ἣ τὸν Ἀλέξανδρον ἐν τῇ Ἴδῃ ἐξέθρεψεν ὡς αὑτῆς υἱέα, λαβοῦσα παρὰ τοῦ ἀνδρὸς βουκόλου ὄντος, καὶ τὴν παιδοτροφίαν οὐ χαλεπῶς ἔφερεν. Τήλεφον δὲ τὸν Αὔγης καὶ Ἡρακλέους οὐχ ὑπὸ γυναικός, ἀλλ᾿ ὑπὸ ἐλάφου τραφῆναι λέγουσιν. ἢ δοκεῖ σοι ἔλαφος μᾶλλον ἐλεῆσαι ἂν βρέφος καὶ ἐπιθυμῆσαι τρέφειν ἢ ἄνθρωπος, ἐὰν τύχῃ δούλη οὖσα·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기