호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ οἶσθα, ἔφη, ὅτι κακηγορίασ δίδωσιν ὁ νόμοσ γράψασθαι τοῦτον, ὃσ ἂν βλασφημῇ τινα οὐκ ἔχων ἀποδεῖξαι περὶ ὧν λέγει σαφὲσ οὐδέν; καὶ ὅσ, Ἐπίσταμαι γάρ, ἔφη, ὅτι αἱ μὲν ἐλεύθεραι γυναῖκεσ ὑποβάλλονται πολλάκισ δἰ ἀπαιδίαν, ὅταν μὴ δύνωνται αὐταὶ κυῆσαι, βουλομένη κατασχεῖν ἑκάστη τὸν ἄνδρα τὸν ἑαυτῆσ καὶ τὸν οἶκον, καὶ ἅμα οὐκ ἀποροῦσαι ὁπόθεν τοὺσ παῖδασ θρέψουσι· τὰσ δὲ δούλασ τοὐναντίον, τὰσ μὲν πρὸ τοῦ τόκου διαφθειρούσασ, τὰσ δὲ ὕστερον, ἐὰν δύνωνται λαθεῖν, τὸ γενόμενον, ἐνίοτε καὶ τῶν ἀνδρῶν συνειδότων, ὅπωσ μὴ πράγματα ἔχωσι παιδοτροφεῖν ἀναγκαζόμεναι πρὸσ τῇ δουλείᾳ. Ναὶ μὰ Δία, ἔφη, πλήν γε τῆσ Οἰνέωσ, τοῦ Πανδίονοσ, εἶπε, νόθου παιδόσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기