호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι τούτων οὐδέν ἐστι τῶν ἔργων, ὃ συνάγει τὴν ψυχὴν καὶ καθίστησι καὶ καταφρονεῖν ποιεῖ τῶν ἄλλων ἁπάντων. παιδεία δέ, ὡς ἐοίκε, καὶ φιλοσοφία, αἳ μάλιστα τοῦτο διαπράττονται, πολλῆς ἐρημίας τε καὶ ἀναχωρήσεως τυγχάνουσι δεόμεναι: καὶ ὥσπερ τοῖς νοσοῦσιν, εἰ μὴ πανταχόθεν ἐστὶ σιωπή τε καὶ ἡσυχία, οὐ δυνατὸν ὕπνου μεταλαβεῖν, οὕτως ἄρα καὶ τοῖς φιλολόγοις, εἰ μὴ πάντες ὑποσιγήσουσιν αὐτοῖς καὶ μήτε ὁρ´αμα μηδὲν ἄλλο ἔσται μήτε ἀκούσματος ἀκούειν μηδενός, οὐκ ἄρα οἱά τε ἔσται ἡ ψυχὴ τοῖς αὑτῆς προσέχειν καὶ περὶ ταῦτα γίγνεσθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기