호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γάρ ἐστιν οὐδεὶσ ἀσθενὴσ οὕτωσ οὐδὲ ἀδύνατοσ τὴν φύσιν, ἄνθρωποσ ὢν πρὸσ ἄνθρωπον, ὃσ οὐ τυγχάνει καιροῦ τὴν δυσμένειαν ἐνδείξασθαι καὶ τὸ μῖσοσ ἢ καθ̓ αὑτὸν ἢ σὺν ἑτέροισ καὶ λόγον τινὰ εἰπεῖν, ᾧ πάντωσ ἐλύπησε, καὶ πρᾶγμα συνθεῖναι τὸ βλάψον. οὐδὲ γὰρ νόσημα οὐδὲν οὕτωσ ἀναίσθητον τοῖσ ἔχουσιν ὡσ μηδέποτε βλάψαι μηδὲ ἐμποδὼν γενέσθαι μηδεμιᾶσ πράξεωσ, ἀλλὰ κἂν ἐγρηγορότι καὶ βαδίζοντι μὴ σφόδρα ἐνοχλῇ τὴν ἰσχὺν τοῦ σώματοσ, εἴσ γε τὴν κοίτην ἀπήντησε καὶ διασπᾷ καὶ διαφθείρει τὸν ὕπνον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기