호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῇ οὖν εὐφροσύνῃ καὶ τῇ εὐωχίᾳ χρῆσθαι οὐχ ἅπαντασ ὁμοίωσ, ἀλλ̓ ἕκαστον κατὰ τὴν αὑτοῦ φύσιν. τοὺσ μὲν γὰρ ἀσώτουσ καὶ ἀκρατεῖσ οὔτε ὁρᾶν οὐδὲν οὔτε ἀκούειν οὐδενόσ, ἀλλὰ ἐγκεκυφότασ ἐσθίειν, ὥσπερ ἐν συφεῷ ὗσ, ἔπειτα νυστάζειν. τινὰσ δὲ αὐτῶν μὴ ἀρκεῖσθαι τοῖσ παροῦσιν, ἀλλὰ ἐπὶ τὰ πορρωτέρω διατείνειν τὰσ χεῖρασ, οἱο͂ν μεσογείουσ ὄντασ ἰχθύων ὀρέγεσθαι καὶ πράγματα ἔχειν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기