호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν γὰρ ταύταισ ἁπάσαισ ταῖσ βουλαῖσ οὐχ ἥκιστα ἐμπίπτει καὶ τὸ τοιοῦτον, εἰ δίκαιον τοῖσ μὴ προαδικήσασι πολεμεῖν· εἰ συμβέβηκεν ἀδίκημα παρὰ τούτων οἷσ διανοοῦνται πολεμεῖν, πηλίκον τι τοῦτο τὸ συμβεβηκόσ. οἱ φιλόσοφοι δὲ πόρρωθεν τὰ πράγματα ὁρῶσιν, ἐπ̓ αὐτῶν ἐξετάζοντεσ ὁποῖ̓ ἄττα ἐστίν. πολὺ γὰρ κρεῖττον τὸ βεβουλεῦσθαι περὶ ἁπάντων ἐκ πλείονοσ καὶ διεγνωκότασ ἐπειδὰν ἥκῃ τινὸσ πράγματοσ καιρόσ, αὐτούσ τε εἰδότασ ἔχειν χρῆσθαι καὶ ἑτέροισ παραινεῖν, ἀλλὰ μὴ τρόπον τινὰ ἐξαίφνησ ληφθέντασ ταράττεσθαι καὶ αὐτοσχεδιάζειν περὶ ὧν οὐκ ἴσασιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기