- 텍스트

Dio, Chrysostom, Orationes, ΠΕΡΙ ΛΟΓΟΥ ΑΣΚΗΣΕΩΣ.? 10:

(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΛΟΓΟΥ ΑΣΚΗΣΕΩΣ. 10:)

τοῦτο μὲν δὴ πρῶτον ἴσθι, ὅτι οὐ δεῖ σοι πόνου καὶ ταλαιπωρίας - τῷ μὲν γὰρ ἐπὶ πολὺ ἀσκήσαντι ταῦτα ἐπὶ πλεῖστον προάγει, τῷ δὲ ἐπ᾿ ὀλίγον χρησαμένῳ συλλήψει τὴν ψυχὴν καὶ ὀκνηρὰν ποιεῖ προσφέρεσθαι, καθάπερ τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν εἴ τις κοπώσειε βαρυτέροις γυμνασίοις, ἀσθενεστέρους ἐποίησεν - ἀλλὰ ὥσπερ τοῖς ἀήθεσι τοῦ πονεῖν σώμασιν ἀλείψεως δεῖ μᾶλλον καὶ κινήσεως συμμέτρου ἢ γυμνασίας, οὕτω σοὶ περὶ τοὺς λόγους ἐπιμελείας ἐστὶ χρεία μᾶλλον ἡδονῇ μεμιγμένης ἢ ἀσκήσεως καὶ πόνου.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION