호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἢ καὶ τοὺς γονέας αὐτῶν ἠπίστω σαφῶς καὶ ἕτοιμος εἶ καὶ περὶ ἐκείνων κατόμνυσθαι ἑκατέρου ὅτι ἐξ ἀμφοῖν δούλοιν γεγόνεσαν ἀμφότεροι, καὶ τοὺς ἔτι πρότερον καὶ ἐξ ἀρχῆς ἅπαντας· δῆλον γὰρ ὡς ἐάνπερ ἐλεύθερος ᾖ τις τῶν ἐκ τοῦ γένους, οὐκέτι οἱό῀ν τε τοὺς ἀπ᾿ ἐκείνου δούλους ὀρθῶς νομίζεσθαι. τοῦτο δὲ οὐ δυνατόν ἐστιν, ὦ βέλτιστε, ὥς φασιν, ἐκ τοῦ παντὸς αἰῶνος εἶναί τι γένος ἀνθρώπων, ἐν ᾧ οὐκ ἄπειροι μὲν ἐλεύθεροι γεγόνασιν, οὐκ ἐλάττους δὲ τούτων οἱ δεδουλευκότες:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기