호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μὴ οὖν οὐ φῂς ἐλεύθερον εἶναι τὸν ἄνδρα τοῦτον, ὅτι πολλὰ καὶ ἀηδῆ ἑτέρου κελεύοντος ὑπομένει· οὐ γὰρ δήπου τὸν Περσῶν βασιλέα Δαρεῖον οὐκ ἂν ἔφης ἐλεύθερον εἶναι, ἐπειδὴ καταπεσὼν ἀπὸ τοῦ ἵππου ἐν κυνηγεσίοις, τοῦ ἀστραγάλου ἐκχωρήσαντος, ὑπήκουε τοῖς ἰατροῖς ἕλκουσι καὶ στρεβλοῦσιν αὐτοῦ τὸν πόδα, ὅπως καταστήσεται τὸ ἄρθρον, καὶ ταῦτα Αἰγυπτίοις ἀνθρώποις: οὐδ᾿ αὖ Ξέρξην, ὁπηνίκα ἀναχωρῶν ἐκ τῆς Ἑλλάδος καὶ χειμαζόμενος ἐν τῇ νηὶ πάντα ἐπείθετο τῷ κυβερνήτῃ καὶ παρὰ τὴν ἐκείνου γνώμην οὐκ ἐπέτρεπεν αὑτῷ οὐδὲ νεῦσαι οὐδὲ μεταβῆναι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기