호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταύτην ἦλθεν ἑτέρα, κλοιόν τινα φέρουσα χρυσοῦν ἢ ἀργυροῦν. τοῦτον δὲ περιθεῖσα ἕλκει μὲν ἰδιώτασ περὶ πᾶσαν γῆν καὶ θάλασσαν, ἕλκει δὲ βασιλεῖσ καθ̓ Ἡσίοδον, σύρει δὲ πόλεων στρατηγοὺσ ἐπὶ πύλασ, ὥστε ἀνοίγειν καὶ προδιδόναι. φησὶ δὲ κήδεσθαι τούτων, οὓσ ἂν ἀπολλύῃ, καὶ ποιεῖν εὐδαίμονασ· ὥσπερ Ἀστυάγην ποτὲ Κῦροσ ἐν χρυσαῖσ ἔδησε πέδαισ, ὡσ ἂν δῆλον ὅτι πάππου κηδόμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기