호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μὴ οὖν οἰέσθε τὸν μὲν Ἄρη, θεὸν ὄντα καὶ ἰσχυρόν, οὕτως ὑπὸ λεπτῶν τε καὶ ἀοράτων πεδηθῆναι δεσμῶν, αὑτοὺς δέ, πάντων θηρίων ἀσθενεστάτους ὄντας, μὴ ἄν ποτε ἁλῶναι δεσμοῖς ἀφανέσιν, ἀλλ᾿ εἰ μὴ σιδήρου τε καὶ ὀρειχάλκου πεποιημένα εἰή. τὰ μὲν οὖν σώματα ὑμῶν, οἱᾶ δὴ στερεὰ καὶ τὸ πλέον ἐκ γῆς γεγονότα, τοιούτων δεῖται τῶν κρατησόντων: ψυχὴ δὲ ἀόρατός που καὶ λεπτὴ φύσει πῶς οὐκ ἂν δεσμῶν τοιούτων τυγχάνοι κατὰ τὸν Ἥφαιστον αὐτὸν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기