호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φόβῳ γὰρ ἕκαστον καὶ μετὰ προστάγματος διαπράττεται: τὸ δὲ ἔθος μᾶλλον τῇ φιλανθρωπίᾳ τῆς βασιλείας. βουλόμενοι γὰρ αὐτῷ πάντες καὶ δίχα ἀνάγκης ἕπονται. καὶ νόμους μὲν ἴσμεν πολλοὺς ἀνῃρημένους ὑπὸ τῶν θέντων αὐτούς, ὡς πονηρούς: ἔθος δὲ οὐκ ἂν οὐδεὶς ῥᾳδίως δείξειε λελυμένον. καὶ μὴν τῷ παντὶ ῥᾷόν ἐστιν ἀνελεῖν ὅ,τι βούλει τῶν ἐγγράφων ἢ τῶν ἐθῶν. τὰ μὲν γὰρ ἂν ἀπαλείψῃς ἅπαξ, ἡμέρᾳ μιᾷ λέλυται:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기