호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔστι δὲ τὸ ἔθος γνώμη μὲν τῶν χρωμένων κοινή, νόμος δὲ ἄγραφος ἔθνους ἢ πόλεως, δίκαιον δὲ ἑκούσιον, κατὰ ταὐτὰ πᾶσιν ἀρέσκον, εὑρ´ημα δὲ ἀνθρώπων οὐδενός, ἀλλὰ βίου καὶ χρόνου. τῶν μὲν οὖν ἄλλων νόμων ἕκαστος ἅπαξ δοκιμασθεὶς ἔλαβε τὴν ἰσχύν: τὸ δὲ ἔθος ἀεὶ δοκιμάζεται. καὶ νόμος μὲν οὐδεὶς ῥᾳδίως ὑπὸ πάντων ἐγκριθήσεται: ταῖς γὰρ τῶν πλειόνων δόξαις κυροῦται: ἔθος δὲ οὐκ ἐνῆν γενέσθαι μὴ προσδεχθὲν ὑπὸ πάντων. κἀκεῖνος ἀπειλῶν καὶ βιαζόμενος μένει κύριος, ὑπὸ δὲ τῶν ἐθῶν πειθόμενοι καὶ καλὰ καὶ συμφέροντα κρίνομεν αὐτά. διό μοι δοκεῖ τις ἂν προσεικάσαι τὸν μὲν ἔγγραφον νόμον τῇ δυνάμει τῆς τυραννίδος:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기