호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῖσ δούλοισ οὐδεὶσ πιστεύει συντιθεμένοισ διὰ τὸ μὴ κυρίουσ ἑαυτῶν εἶναι· πολὺ μᾶλλον οὐ χρὴ προσέχειν ταῖσ τῶν τοιούτων ὁμολογίαισ. τῷ παντὶ γὰρ πλεῖον ἀπέχουσι τῆσ ἐλευθερίασ . τοῖσ νεωτέροισ τοσούτων ἐτῶν νόμοσ οὐκ ἐᾷ συμβάλλειν ὡσ ἀπίστοισ οὖσιν, οὐδὲ γυναικὶ παῤ Ἀθηναίοισ συναλλάσσειν πλὴν ἄχρι μεδίμνου κριθῶν, διὰ τὸ τῆσ γνώμησ ἀσθενέσ. τῶν μέντοι πάνυ νέων οὐθὲν διαφέρουσιν οἱ φαῦλοι, μᾶλλον δὲ οὐδὲ τῶν παιδαρίων, πλὴν τῷ δύνασθαι καὶ τῇ πανουργίᾳ· διὸ μᾶλλον αὐτοῖσ άπιστεῖν ἐκείνων προσήκει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기