호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί οὖν, ὅταν τις φιλοφρονῆται καὶ καθ᾿ ἱερῶν ὀμνύῃ καὶ μόνον οὐ κατατέμνειν αὑτὸν ᾖ πρόθυμος· ἀκούειν μὲν ἤδη τούτων ἐξ ἀνάγκης καὶ νὴ Δία ἴσως κατανεύειν: εἰδέναι μέντοι σαφῶς ὅτι μηδὲν αὐτῶν ἐστιν ἰσχυρόν. Ἠλέκτρα τὸν Ὀρέστην δακρύοντα ὁρῶσα καὶ προσαγόμενον αὐτήν, τότε μὲν ᾤετο ἄνεσίν τινα αὐτῷ γεγονέναι, τοῦ μέντοι παντάπασι πιστεύειν πολὺ ἀπεῖχεν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기