호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
- Ἴσως ὀρδῶς. - Δ. Καὶ μὴν δῆλος ὁ ποιητὴς οὐ πρὸς τοὺς ἐχθροὺς ταῦτα ὑποτιθέμενος, ἀλλὰ πρὸς τοὺς νομιζομένους φίλους. οὐ γὰρ δὴ ὑφ᾿ ὧν τις μισούμενος ἐπίσταται, τούτοις ἂν ἐξουσίαν δοίη καθ᾿ αὑτοῦ. πῶς ἂν οὖν διακελεύοιτο ἀπιστεῖν, οἷς μηδεὶς πιστεύει· φέρε τοίνυν κἀκεῖνο ἴδωμεν: ὑπὸ τίνων πλείους ἀπολώλασι, πότερον ὑπὸ τῶν ὁμολογουμένων ἐχθρῶν ἢ τοὐναντίον ὑπὸ τῶν προσποιουμένων εἶναι φίλων· ἐγὼ μὲν γὰρ ὁρῶ καὶ τῶν πόλεων τῶν ἁλουσῶν πλείονας ὑπὸ τῶν προδοτῶν ἀπολομένας ἢ ὑπὸ τῶν πολεμίων εἰλημμένας κατὰ κράτος καὶ τῶν ἀνθρώπων πλείους τῷ παντὶ τοῖς φίλοις καὶ τοῖς συνήθεσιν ἐγκαλοῦντας τῶν αἰτιωμένων τοὺς ἐχθροὺς ἐπὶ ταῖς συμφοραῖς:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기